Navigation
Filter Comments
ΧΟΡΟΣ
τίς ἄρα νέατος, ἐς πότε λή-
ξει πολυπλάγκτων ἐτέων ἀριθμός,
τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων
μόχθων ἄταν ἐπάγων
ἂν τὰν εὐρώδη Τροΐαν,
δύστανον ὄνειδος Ἑλλάνων;
ὄφελε πρότερον αἰθέρα δῦ-
ναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅ-
πλων Ἕλλασιν κοινὸν Ἄρη.
ὦ πόνοι πρόγονοι πόνων·
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
ἐκεῖνος οὐ στεφάνων οὔ-
τε βαθειᾶν κυλίκων νεῖ-
μεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
οὔτε γλυκὺν αὐλῶν ὄτοβον δυσ-
μόρῳ, οὔτʼ ἐννυχίαν τέρψιν ἰαύειν·
ἐρώτων δʼ ἐρώτων ἀπέπαυσεν, ὤμοι.
κεῖμαι δʼ ἀμέριμνος οὕτως,
ἀεὶ πυκιναῖς δρόσοις
τεγγόμενος κόμας,
λυγρᾶς μνήματα Τροίας.
καὶ πρὶν μὲν ἐννυχίου δεί-
ματος ἦν μοι προβολὰ καὶ
βελέων θούριος Αἴας·
νῦν δʼ οὗτος ἀνεῖται στυγερῷ δαίμονι.
τίς μοι, τίς ἔτʼ οὖν τέρψις ἐπέσται;
γενοίμαν ἵνʼ ὑλᾶεν ἔπεστι πόντῳ
πρόβλημʼ ἁλίκλυστον, ἄκραν
ὑπὸ πλάκα Σουνίου,
τὰς ἱερὰς ὅπως
προσείποιμεν Ἀθάνας.
[]
[]
v. 1220 Wecklein 1894
προσείποιμεν (Aſſimilation des Modus):Kr. II § 54, 8, 3, Cu. § 209 Anm. 1. Ku. § 180, 1. Vgl. Verg. Tln. III 524 Italiam laeto socii clamore salutant.